Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.242 Joseph. AJ 18.246 (English) >>Joseph. AJ 18.251

18.244ἀλλʼ ἐπὶ τῆς Ῥώμης ἴωμεν, καὶ μήτε πόνου φειδώ τις ἔστω μήτε ἀργυρίου δαπάνης καὶ χρυσίου, διὰ τὸ μὴ ἐπʼ οὐδαμινοῖς ἐν βελτίοσιν γενέσθαι τὴν τήρησιν αὐτῶν ἀναλώσεως τῆς ἐπὶ κτήσει βασιλείας ἐσομένης.” 18.245

δὲ τέως μὲν ἀπεμάχετο ἀγαπῶν τὴν ἡσυχίαν καὶ τῆς Ῥώμης τὸν ὄχλον διʼ ὑποψίας λαμβάνων ἀναδιδάσκειν τε αὐτὴν ἐπειρᾶτο, δʼ ἐφʼ ὅσον ἐξαναχωροῦντα ἑώρα μειζόνως ἐπέκειτο κελεύουσα μὴ ἀνιέναι πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ. 18.246καὶ πέρας οὐκ ἀνῆκεν ἕως ἐξενίκησεν αὐτὸν ὁμογνώμονα αὐτῇ ἀκουσίως γενέσθαι διὰ τὸ μὴ εἶναι ἄλλως ἀποφυγεῖν αὐτῆς τὸ ἐπὶ τοιούτοις ψηφισάμενον, παρασκευασάμενός τε ὡς ἐνῆν πολυτελῶς καὶ φειδοῖ μηδενὸς χρώμενος ἀνήγετο ἐπὶ τῆς Ῥώμης ἅμα καὶ τὴν Ἡρωδιάδα ἀγόμενος. 18.247Ἀγρίππας δὲ τήν τε διάνοιαν αὐτῶν καὶ τὴν παρασκευὴν αἰσθόμενος καὶ αὐτὸς παρεσκευάζετο, ἐπεί τε ἐκπεπλευκότας ἀκούει, πέμπει καὶ αὐτὸς ἐπὶ τῆς Ῥώμης Φορτουνᾶτον αὐτοῦ τῶν ἀπελευθέρων δῶρά τε κομίζοντα τῷ αὐτοκράτορι καὶ ἐπιστολὰς κατὰ τοῦ Ἡρώδου τὰ δὲ καὶ αὐτὸν διδάξοντα καιρὸς τὸν Γάιον. 18.248 δὲ ἐπαναχθεὶς τοῖς ἀμφὶ τὸν Ἡρώδην καὶ δεξιῷ χρησάμενος τῷ πλῷ τοσόνδε ἀπελίπετο τοῦ Ἡρώδου, ὥστε τὸν μὲν ἐντυχεῖν Γαΐῳ, δὲ ἐπικατάγεται καὶ τὰς ἐπιστολὰς ἀπεδίδου. καὶ προσέπλευσαν ἀμφότεροι Δικαιαρχείᾳ καὶ τὸν Γάιον ἐν Βαΐαις λαμβάνουσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.242 Joseph. AJ 18.246 (English) >>Joseph. AJ 18.251

Powered by PhiloLogic